ΛΥΣΙΟΥ, Κατὰ Ἐρατοσθένους 1-2
Οὐκ ἄρξασθαί μοι δοκεῖ ἄπορον εἶναι, ὦ ἄνδρες δικασταί, τῆς κατηγορίας, ἀλλὰ παύσασθαι λέγοντι· τοιαῦτα αὐτοῖς τὸ μέγεθος καὶ τοσαῦτα τὸ πλῆθος εἴργασται, ὥστε μήτ’ ἂν ψευδόμενον δεινότερα τῶν ὑπαρχόντων κατηγορῆσαι, μήτε τἀληθῆ βουλόμενον εἰπεῖν ἅπαντα δύνασθαι, ἀλλ’ ἀνάγκη ἢ τὸν κατήγορον ἐπειπεῖν ἢ τὸν χρόνον ἐπιλιπεῖν. Τοὐναντίον δὲ μοι δοκοῦμεν πείσεσθαι ἢ ἐν τῷ πρὸ τοῦ χρόνῳ. Πρότερον μὲν γὰρ ἔδει τὴν ἔχθραν τοὺς κατηγοροῦντας ἐπιδεῖξαι, ἥτις εἴη πρὸς τοὺς φεύγοντας νυνὶ δὲ παρὰ τῶν φευγόντων χρὴ πυνθάνεσθαι, ἥτις ἦν αὐτοῖς πρὸς τὴν πόλιν ἔχθρα, ἀνθ’ ὅτου τοιαῦτα ἐτόλμησαν εἰς αὐτὴν ἐξαμαρτεῖν. Οὐ μέντοι ὡς οὐκ ἔχων οἰκείας ἔχθρας καὶ συμφορὰς τοὺς λόγους ποιοῦμαι, ἂλλ’ ὡς ἅπασι πολλῆς ἀφθονίας οὔσης ὑπὲρ τῶν ἰδίων ἢ ὑπὲρ τῶν δημοσίων ὀργίζεσθαι.
(ΛΥΣΙΟΥ, Κατὰ Ἐρατοσθένους 1-2)
$Λέξεις: ἄρχομαί τινος= αρχίζω κάτι, ἀπαγορεύω= κουράζομαι.
?Ασκήσεις:
1. εἴργασται, ἐπιλιπεῖν, φευγόντων : Να γίνει Χ.Α. των τύπων.
2. πείσεσθαι, πυνθάνεσθαι: Να γίνει Ε.Α. τῶν τύπων σο β΄ ενικὸ και πληθυντικό του ενεστώτα και αορίστου.