Λύκειο

ΛΥΣΙΟΥ, Κατὰ Ἀλκιβιάδου Α [141] 16

 Ἡγοῦμαι δέ, ὦ ἄνδρες δικασταί, περὶ μὲν τοῦ νόμου καὶ αὐτοῦ τοῦ πράγματος οὐχ ἕξειν αὐτοὺς ὅ,τι λέξουσιν· ἀναβαίνοντες δ’ ὑμᾶς ἐξαιτήσονται καὶ ἀντιβολήσωσιν οὐκ ἀξιοῦντες τοῦ Ἀλκιβιάδου υἱέος τοσαύτην δειλίαν καταγνῶναι, ὡς ἐκεῖνον πολλῶν ἀγαθῶν ἀλλ’  οὐχὶ πολλῶν κακῶν αἴτιον γεγενημένον ὃν εἰ τηλικοῦτον ὄντα ἀπεκτείνατε, ὅτε πρῶτον εἰς ὑμᾶς ἐλάβετε ἐξαμαρτάνοντα, οὐκ ἂν ἐγένοντο συμφοραὶ τοσαῦται τῇ πόλει. Δεινὸν δέ μοι δοκεῖ, ὦ ἄνδρες δικασταί, εἶναι, εἰ αὐτοῦ μὲν ἐκείνου θάνατον κατέγνωτε, τοῦ δὲ υἱέος ἀδικοῦντος δι’  ἐκεῖνον ἀποψηφιεῖσθε, ὃς αὐτὸς μὲν οὐκ ἐτόλμα μεθ’  ὑμῶν μάχεσθαι, ὁ δὲ πατὴρ αὐτοῦ μετὰ τῶν πολεμίων ἠξίου στρατεύεσθαι.

(ΛΥΣΙΟΥ, Κατὰ Ἀλκιβιάδου Α [141] 16)

 

$Λέξεις: οὐκ ἔχω + πλάγ. ερ. = απορώ, βρίσκομαι σε αμηχανία, ἐξαιτέω -ῶ = ζητώ, ἐξαιτοῦμαι = σώζω κάποιον με ικεσίες, ἀντιβολῶ + αιτιολ. πρόταση = παρακαλώ, καταγιγνώσκω τινός (= καταψηφίζομαί τινος) = καταδικάζω κάποιον ( ἀποψηφίζομαι – ἀπογιγνώσκω τινός), καταγιγνώσκω τι = γνωρίζω καλά κάτι, τηλικοῦτος – τηλικαύτη – τηλικοῦτον= τόσο μεγάλος ή μικρός (για ηλικία), ἐξαμαρτάνω εἴς τινα = βλάπτω.

Σεμινάριο

                                                                                                                                                                      

                                              

Ακολουθήστε μας

Log in