ΛΥΣΙΑΣ Κατὰ Θεομνήστου Α΄ §§ 1-3
Μαρτύρων μὲν οὐκ ἀπορίαν μοι ἔσεσθαι δοκῶ, ὦ ἄνδρες δικασταί• πολλοὺς γὰρ ὑμῶν ὁρῶ δικάζοντας τῶν τότε παρόντων, ὅτε Λυσίθεος Θεόμνηστον εἰσήγγελλε τὰ ὅπλα ἀποβεβληκότα, οὐκ ἐξὸν αὐτῷ δημηγορεῖν. Ἐν ἐκείνῳ γὰρ τῷ ἀγῶνι τὸν πατέρα μ’ ἔφασκε ἀπεκτονέναι τὸν ἐμαυτοῦ. Ἐγὼ δ’ εἰ μὲν τὸν ἑαυτοῦ με ἀπεκτονέναι ἠτιᾶτο, συγγνώμην ἂν εἶχον αὐτῷ τῶν εἰρημένων (φαῦλον γὰρ αὐτὸ καὶ οὐδενὸς ἄξιον ἠγούμην)• οὐδ’ εἴ τι ἄλλο τῶν ἀπορρήτων ἤκουσα, οὐκ ἂν ἐπεξῆλθον αὐτῷ (ἀνελεύθερον γὰρ καὶ λίαν φιλόδικον εἶναι νομίζω κακηγορίας δικάζεσθαι)• νυνὶ δὲ αἰσχρὸν μοι εἶναι δοκεῖ περὶ τοῦ πατρός, πολλοῦ ἀξίου γεγενημένου καὶ τεθνηκότος καὶ ὑμῖν καὶ τῇ πόλει, μὴ τιμωρήσασθαι τὸν ταῦτα εἰρηκότα. Καὶ παρ’ ὑμῶν εἰδέναι βούλομαι, πότερον δώσει δίκην ἢ τούτῳ μόνῳ Ἀθηναίων ἐξαίρετόν ἐστι καὶ ποιεῖν καὶ λέγειν παρὰ τοὺς νόμους ὅ,τι ἂν βούληται.
(ΛΥΣΙΑΣ Κατὰ Θεομνήστου Α΄ §§ 1-3)
$Λέξεις: εἰσαγγέλλω= καταγγέλλω, δημηγορῶ = αγορεύω στη συνέλευση του λαού, ἀγών= δίκη, ἐπεξέρχομαι τινι= καταγγέλλω, κακηγορίας δικάζομαι= καταφεύγω στα δικαστήρια για δυσφήμηση, δίκην δίδωμι= τιμωρούμαι.
Ασκήσεις:
1. εἰσήγγελλε, ἀπεκτονέναι, τεθνηκότος: Να γίνει Χ.Α. των τύπων στο β΄ πληθυντικό της Οριστικής.
2. ἐπεξηλθον, δώσει: Να γίνει Ε.Α.των τύπων στο β΄ ενικό του ενεστώτα και ζορίστου.