Λύκειο

Λυσίας, Ἐπιτάφιος, §1-2

Εἰ μὲν ἡγούμην οἷόν τε εἶναι, ὦ ἄνδρες, οἱ παρόντες ἐπὶ τῷδε τῷ τάφῳ, λόγῳ δηλῶσαι τὴν τῶν ἐνθάδε κειμένων ἀρετήν, ἐμεμψάμην ἂν τοῖς ἐπαγγείλασι ἐπ’ αὐτοῖς ἐξ ὀλίγων ἡμερῶν λέγειν• ἐπειδὴ δὲ πᾶσιν ἀνθρώποις ὁ πᾶς χρόνος οὐχ ἱκανὸς λόγον ἴσον παρασκευάσαι τοῖς τούτων ἔργοις, διὰ τοῦτο καὶ ἡ πόλις μοι δοκεῖ, προνοουμένη τῶν ἐνθάδε λεγόντων, ἐξ ὀλίγου τὴν πρόσταξιν ποιεῖσθαι, ἡγουμένη οὕτως ἂν μάλιστα συγγνώμης αὐτοὺς παρὰ τῶν ἀκουσάντων τυγχάνειν. Ὅμως δὲ ὁ μὲν λόγος μοι περὶ τούτων, ὁ δὲ ἀγὼν οὐ πρὸς τὰ τούτων ἔργα ἀλλὰ πρὸς τοὺς πρότερον ἐπ’ αὐτοῖς εἰρηκότας. Τοσαύτην γὰρ ἀφθονίαν πατεσκεύασεν ἡ τούτων ἀρετὴ καὶ τοῖς ποιεῖν δυναμένοις καὶ τοῖς εἰπεῖν βουληθεῖσιν, ὥστε καλὰ μὲν πολλὰ τοῖς προτέροις περὶ αὐτῶν εἰρῆσθαι, πολλὰ δὲ καὶ ἐκείνοις παραλελεῖφθαι, ἱκανὰ δὲ καὶ τοῖς ἐπιγιγνομένοις ἐξεῖναι εἰπεῖν.
(Λυσίας, Ἐπιτάφιος, §1-2)

Σεμινάριο

                                                                                                                                                                      

                                              

Ακολουθήστε μας

Log in