Λύκειο

Ξενοφῶντος, Ἀπομνημονεύματα Α, 1, §§10-11)

Ἀλλὰ μὴν ἐκεῖνος γε ἀεὶ μὲν ἦν ἐν τῷ φανερῷ· πρῴ τε γὰρ εἰς τοὺς περιπάτους καὶ τὰ γυμνάσια ᾔει καὶ πληθούσης τῆς ἀγορὰς ἐκεῖ φανερὸς ἦν, καὶ τὸ λοιπὸν ἀεὶ τῆς ἡμέρας ἦν ὅπου πλείστοις μέλλοι συνέσεσθαι· καὶ ἔλεγε μὲν ὡς τῷ πολύ, τοῖς δὲ βουλομένοις ἐξῆν ἀκούειν. Οὐδεὶς δὲ πώποτε Σωκράτους οὐδὲν ἀσεβὲς οὐδὲ ἀνόσιον οὔτε πράττοντος εἶδεν οὔτε λέγοντος ἤκουσεν. Οὐδὲ γὰρ περὶ τῆς πάντων φύσεως, ᾗπερ τῶν ἄλλων οἱ πλεῖστοι, διελέγετο σκοπῶν ὅπως ὁ καλούμενος ὑπὸ τῶν σοφιστῶν κόσμος ἔχει καὶ τίσιν ἀνάγκαις ἕκαστα γίγνεται τῶν οὐρανίων, ἀλλὰ καὶ τοὺς φροντίζοντας τὰ τοιαῦτα μωραίνοντας ἀπεδείκνυεν.

(Ξενοφῶντος, Ἀπομνημονεύματα Α, 1, §§10-11)

Ακολουθήστε μας

Log in

Ε! Πριν φύγεις...

Κάνε εγγραφή στο Newsletter της Φιλολογικής γωνιάς για να λαμβάνεις πρώτος νέα, κρυφό υλικό, ενημερώσεις και πολλά άλλα!